Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.200 Joseph. AJ 12.206 (English) >>Joseph. AJ 12.211

12.204παροξυνθεὶς δʼ παῖς εἰς δεσμὰ τὸν Ἀρίονα ἐνέβαλεν. τῆς δὲ τοῦ Ἀρίονος γυναικὸς τοῦτο δηλωσάσης τῇ Κλεοπάτρᾳ καὶ δεηθείσης, ὅπως ἐπιπλήξῃ τῷ παιδί, σφόδρα γὰρ ἦν Ἀρίων ἐν τιμῇ παρʼ αὐτῇ, φανερὸν τῷ βασιλεῖ τοῦτο ἐποίησεν Κλεοπάτρα. 12.205 δὲ Πτολεμαῖος πέμψας πρὸς τὸν Ὑρκανὸν θαυμάζειν ἔλεγεν, πῶς ἀποσταλεὶς πρὸς αὐτὸν ὑπὸ τοῦ πατρὸς οὔτε ὀφθείη αὐτῷ καὶ προσέτι δήσειεν τὸν οἰκονόμον· 12.206ἐλθόντα οὖν τὴν αἰτίαν αὐτῷ μηνύειν ἐκέλευσεν. τὸν δέ φασιν ἀποκρίνασθαι τῷ παρὰ τοῦ βασιλέως λέγειν αὐτῷ, ὅτι νόμος ἐστὶ παρʼ αὐτῷ κωλύων τὸν γεννηθέντα γεύσασθαι θυσιῶν, πρὶν εἰς τὸ ἱερὸν ἔλθῃ καὶ θύσῃ τῷ θεῷ· κατὰ δὴ τοῦτον τὸν λογισμὸν οὐδʼ αὐτὸς ἐλθεῖν πρὸς αὐτὸν περιμένων τὰ δῶρα κομίσαι τοῦ πατρὸς εὐεργέτῃ γεγενημένῳ. 12.207τὸν δὲ δοῦλον κολάσαι παρακούσαντα ὧν προσέταξεν· διαφέρειν γὰρ οὐδὲν μικρὸν εἶναί τινα δεσπότην μέγαν· ἂν οὖν μὴ κολάζωμεν τοὺς τοιούτους, καὶ σὺ προσδόκα ὑπὸ τῶν ἀρχομένων καταφρονηθήσεσθαι.” ταῦτʼ ἀκούσας Πτολεμαῖος εἰς γέλωτα ἐτράπη καὶ τὴν μεγαλοφροσύνην τοῦ παιδὸς ἐθαύμασεν. 12.208

Μαθὼν δὲ Ἀρίων, ὅτι τοῦτον βασιλεὺς διετέθη τὸν τρόπον καὶ μηδεμία βοήθειά ἐστιν αὐτῷ, δοὺς τὰ χίλια τάλαντα τῷ παιδὶ τῶν δεσμῶν ἀπελύθη. καὶ τρεῖς διαλιπὼν ἡμέρας Ὑρκανὸς ἠσπάσατο τοὺς βασιλέας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.200 Joseph. AJ 12.206 (English) >>Joseph. AJ 12.211

Powered by PhiloLogic